Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.478 Joseph. BJ 4.485 (English) >>Joseph. BJ 4.494

4.483γειτνιᾷ δʼ Σοδομῖτις αὐτῇ, πάλαι μὲν εὐδαίμων γῆ καρπῶν τε ἕνεκεν καὶ τῆς κατὰ πόλιν περιουσίας, νῦν δὲ κεκαυμένη πᾶσα. 4.484φασὶ δὲ ὡς διʼ ἀσέβειαν οἰκητόρων κεραυνοῖς καταφλεγῆναι· ἔστι γοῦν ἔτι λείψανα τοῦ θείου πυρός, καὶ πέντε μὲν πόλεων ἰδεῖν σκιάς, ἔτι δὲ κἀν τοῖς καρποῖς σποδιὰν ἀναγεννωμένην, οἳ χροιὰν μὲν ἔχουσι τῶν ἐδωδίμων ὁμοίαν, δρεψαμένων δὲ χερσὶν εἰς καπνὸν διαλύονται καὶ τέφραν. 4.485τὰ μὲν δὴ περὶ τὴν Σοδομῖτιν μυθευόμενα τοιαύτην ἔχει πίστιν ἀπὸ τῆς ὄψεως. 4.486

δὲ Οὐεσπασιανὸς πανταχόθεν περιτειχίζων τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἔν τε τῇ Ἱεριχοῖ καὶ ἐν Ἀδίδοις ἐγείρει στρατόπεδα καὶ φρουροὺς ἀμφοτέραις ἐγκαθίστησιν ἔκ τε τοῦ Ῥωμαϊκοῦ καὶ συμμαχικοῦ συντάγματος. 4.487πέμπει δὲ καὶ εἰς Γέρασα Λούκιον Ἄννιον παραδοὺς μοῖραν ἱππέων καὶ συχνοὺς πεζούς. 4.488 μὲν

-- --

οὖν ἐξ ἐφόδου τὴν πόλιν ἑλὼν ἀποκτείνει μὲν χιλίους τῶν νέων, ὅσοι μὴ διαφυγεῖν ἔφθασαν, γενεὰς δὲ ᾐχμαλωτίσατο καὶ τὰς κτήσεις διαρπάσαι τοῖς στρατιώταις ἐπέτρεψεν· ἔπειτα τὰς οἰκίας ἐμπρήσας ἐπὶ τὰς πέριξ κώμας ἐχώρει. 4.489φυγαὶ δʼ ἦσαν τῶν δυνατῶν καὶ φθοραὶ τῶν ἀσθενεστέρων, τὸ καταλειφθὲν δὲ πᾶν ἐνεπίμπρατο. 4.490καὶ διειληφότος τοῦ πολέμου τήν τε ὀρεινὴν ὅλην καὶ τὴν πεδιάδα πάσας οἱ ἐν τοῖς Ἱεροσολύμοις τὰς ἐξόδους ἀφῄρηντο· τοὺς μέν γε αὐτομολεῖν προαιρουμένους οἱ ζηλωταὶ παρεφυλάσσοντο, τοὺς δὲ οὔπω τὰ Ῥωμαίων φρονοῦντας εἶργεν στρατιὰ πανταχόθεν τὴν πόλιν περιέχουσα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.478 Joseph. BJ 4.485 (English) >>Joseph. BJ 4.494

Powered by PhiloLogic